TLG 1981 003 :: THEOPHANES :: Fragmenta

THEOPHANES Hist.
(Mytilenensis: 1 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 314–316.

Frr. 1–7

Citation: Fragment — (line)

t1-6

[ΜΙΘΡΙΔΑΤΙΚΑ.]

1

Plutarch. Pompei. c. 37: Ἐν δὲ τῷ Καινῷ φρου‐ ρίῳ καὶ γράμμασιν ἀπορρήτοις ὁ Πομπήιος ἐνέτυχε τοῦ Μιθριδάτου καὶ διῆλθεν οὐκ ἀηδῶς αὐτὰ πολλὴν ἔχοντα τοῦ ἤθους κατανόησιν. Ὑπομνήματα γὰρ ἦν, ἐξ ὧν
5ἐφωράθη φαρμάκοις ἄλλους τε πολλοὺς καὶ τὸν υἱὸν Ἀριαράθην ἀνῃρηκὼς καὶ τὸν Σαρδιανὸν Ἀλκαῖον, ὅτι παρευδοκίμησεν αὐτὸν ἵππους ἀγωνιστὰς ἐλαύνων. Ἦσαν δὲ ἀναγεγραμμέναι καὶ κρίσεις ἐνυπνίων, ὧν τὰ μὲν αὐτὸς ἑωράκει, τὰ δὲ ἔνιαι τῶν γυναικῶν,
10ἐπιστολαί τε Μονίμης πρὸς αὐτὸν ἀκόλαστοι καὶ πάλιν ἐκείνου πρὸς αὐτήν. Θεοφάνης δὲ καὶ Ῥουτιλίου λόγον εὑρεθῆναί φησι παροξυντικὸν ἐπὶ τὴν ἀναίρεσιν τῶν ἐν Ἀσίᾳ Ῥωμαίων· ὃ καλῶς εἰκάζουσιν οἱ πλεῖστοι κακοήθευμα τοῦ Θεοφάνους εἶναι, τάχα μὲν οὐδὲν
15αὐτῷ τὸν Ῥουτίλιον ἐοικότα μισοῦντος, εἰκὸς δὲ καὶ διὰ Πομπήιον, οὗ τὸν πατέρα παμπόνηρον ἀπέδειξεν ὁ Ῥουτίλιος ἐν ταῖς Ἱστορίαις.

2a

Strabo XI: Τοῦ δὲ Τανάϊδος τὰς μὲν ἐκ‐ βολὰς ἴσμεν (δύο δ’ εἰσὶν εἰς τὰ ἀρκτικώτατα μέρη τῆς Μαιώτιδος, ἑξήκοντα σταδίους ἀλλήλων διέχουσαι), τὸ δ’ ὑπὲρ τῶν ἐκβολῶν ὀλίγον τὸ γνώριμόν ἐστι, διὰ
5τὰ ψύχη καὶ τὰς ἀπορίας τῆς χώρας, ἃς οἱ μὲν αὐτό‐ χθονες δύνανται φέρειν, σαρξὶ καὶ γάλακτι τρεφόμενοι νομαδικῶς, οἱ δ’ ἀλλοεθνεῖς οὐκ ὑπομένουσιν. Ἄλλως δὲ οἱ Νομάδες δυσεπίμικτοι τοῖς ἄλλοις ὄντες καὶ πλή‐ θει καὶ βίᾳ διαφέροντες ἀποκεκλείκασιν, εἰ καί τι πο‐
10ρεύσιμον τῆς χώρας ἐστὶν, ἢ εἴ τινας τετύχηκεν ἀνά‐ πλους ἔχων ὁ ποταμός. Ἀπὸ δὲ τῆς αἰτίας ταύτης οἱ μὲν ὑπέλαβον, τὰς πηγὰς ἔχειν αὐτὸν ἐν τοῖς Καυκα‐ σίοις ὄρεσι, πολὺν δ’ ἐνεχθέντα ἐπὶ τὰς ἄρκτους, εἶτ’ ἀναστρέψαντα ἐκβάλλειν ἐς τὴν Μαιῶτιν· τούτοις δὲ
15ὁμοδοξεῖ καὶ Θεοφάνης ὁ Μυτιληναῖος.314

2b

Idem XI: Ἀπὸ δὲ τῶν Βατῶν ὁ μὲν Ἀρτεμίδωρος τὴν Κερκετῶν λέγει παραλίαν, ὑφόρμους ἔχουσαν καὶ κώ‐ μας, ὅσον ἐπὶ σταδίους ὀκτακοσίους καὶ πεντήκοντα· εἶτα τὴν τῶν Ἀχαιῶν σταδίων πεντακοσίων· εἶτα τὴν
5τῶν Ἡνιόχων χιλίων· εἶτα τὸν Πιτυοῦντα τὸν μέγαν, τριακοσίων ἑξήκοντα μέχρι Διοσκουριάδος. Οἱ δὲ τὰ Μιθριδατικὰ συγγράψαντες, οἷς μᾶλλον προσεκτέον, Ἀχαιοὺς λέγουσι πρώτους, εἶτα Ζυγοὺς, εἶτα Ἡνιό‐ χους, εἶτα Κερκέτας καὶ Μόσχους καὶ Κολχοὺς καὶ
10τοὺς ὑπὲρ τούτων Φθειροφάγους καὶ Σοάνας καὶ ἄλλα μικρὰ ἔθνη τὰ περὶ τὸν Καύκασον.

3

Idem XI: Ἐν δὲ τοῖς ὑπὲρ τῆς Ἀλβανίας ὄρεσι καὶ τὰς Ἀμαζόνας οἰκεῖν φασί. Θεοφάνης μὲν οὖν, ὁ συστρατεύσας τῷ Πομπηΐῳ, καὶ γενόμενος ἐν τοῖς Ἀλβανοῖς, μεταξὺ τῶν Ἀμαζόνων καὶ τῶν Ἀλβα‐
5νῶν φησὶ Γήλας οἰκεῖν καὶ Λήγας Σκύθας· καὶ ῥεῖν ἐνταῦθα τὸν Μερμάδαλιν ποταμὸν τούτων τε καὶ τῶν Ἀμαζόνων ἀνὰ μέσον. [Ἄλλοι δὲ, ὧν καὶ ὁ Σκήψιος Μητρόδωρος καὶ Ὑψικράτης, οὐδὲ αὐτοὶ ἄπειροι τῶν τόπων γεγονότες, Γαργαρεῦσιν ὁμόρους αὐτὰς οἰκεῖν
10φασιν ἐν ταῖς ὑπωρείαις ταῖς πρὸς ἄρκτον τῶν Καυ‐ κασίων ὀρῶν, ἃ καλεῖται Κεραύνια.]

4

Idem XI: Ἡ δὲ Χορζηνὴ καὶ Καμβυσηνὴ προσβορώταταί εἰσι καὶ νιφόβολοι μάλιστα, συν‐ άπτουσαι τοῖς Καυκασίοις ὄρεσι καὶ τῇ Ἰβηρίᾳ καὶ τῇ Κολχίδι· ὅπου φασὶ κατὰ τὰς ὑπερβολὰς τῶν ὀρῶν
5πολλάκις καὶ συνοδίας ὅλας [τῶν ὀρῶν] ἐν τῇ χιόνι καταπίνεσθαι, νιφετῶν γινομένων ἐπὶ πλέον· ἔχειν δὲ καὶ βακτηρίας πρὸς τοὺς τοιούτους κινδύνους παρεξαί‐ ροντας εἰς τὴν ἐπιφάνειαν, ἀναπνοῆς τε χάριν, καὶ τοῦ διαμηνύειν τοῖς ἐπιοῦσιν, ὥστε βοηθείας τυγχάνειν,
10ἀνορύττεσθαι καὶ σώζεσθαι. Ἐν δὲ τῇ χιόνι βώλους πήγνυσθαί φασι κοίλας, περιεχούσας χρηστὸν ὕδωρ, ὡς ἐν χιτῶνι, καὶ ζῷα δὲ ἐν αὐτῇ γεννᾶσθαι· καλεῖ δὲ σκώληκας Ἀπολλωνίδης, Θεοφάνης δὲ θρῖπας· κἀν τούτοις ἀπολαμβάνεσθαι χρηστὸν ὕδωρ, περισχισθέντων
15δὲ τῶν χιτώνων πίνεσθαι· τὴν δὲ γένεσιν τῶν ζῴων τοιαύτην εἰκάζουσιν, οἵαν τὴν τῶν κωνώπων ἐκ τῆς ἐν τοῖς μετάλλοις φλογὸς καὶ τοῦ φεψάλου.

5

Idem XI: Μέγεθος δὲ τῆς χώρας Θεοφάνης ἀποδίδωσιν, εὖρος μὲν σχοίνων ἑκα‐ τὸν, μῆκος δὲ διπλάσιον, τιθεὶς τὴν σχοῖνον τετταρά‐ κοντα σταδίων· πρὸς ὑπερβολὴν δ’ εἴρηκεν· ἐγγυτέρω
5δ’ ἐστὶ τῆς ἀληθείας, μῆκος μὲν θέσθαι τὸ ὑπ’ ἐκείνου λεχθὲν, εὖρος δὲ τὸ ἥμισυ ἢ μικρῷ πλεῖον.

6

Idem XII: Ὑπὲρ μὲν δὴ τῶν περὶ Φαρ‐ νακίαν καὶ Τραπεζοῦντα τόπων οἱ Τιβαρηνοὶ καὶ Χαλ‐ δαῖοι μέχρι τῆς μικρᾶς Ἀρμενίας εἰσίν. Αὕτη δ’ ἐστὶν εὐδαίμων ἱκανῶς χώρα· δυνάσται δ’ αὐτὴν κατεῖχον
5ἀεὶ, καθάπερ τὴν Σωφηνὴν, τοτὲ μὲν φίλοι τοῖς ἄλλοις Ἀρμενίοις ὄντες, τοτὲ δὲ ἰδιοπραγοῦντες· ὑπηκόους δ’ εἶχον καὶ τοὺς Χαλδαίους καὶ Τιβαρηνοὺς, ὥστε μέχρι Τραπεζοῦντος καὶ Φαρνακίας διατείνειν τὴν ἀρ‐ χὴν αὐτῶν. Αὐξηθεὶς δὲ Μιθριδάτης ὁ Εὐπάτωρ καὶ
10τῆς Κολχίδος κατέστη κύριος καὶ τούτων ἁπάντων, Ἀντιπάτρου τοῦ Σίσιδος παραχωρήσαντος αὐτῷ. Ἐπε‐ μελήθη δὲ οὕτω τῶν τόπων τούτων, ὥστε πέντε καὶ
ἑβδομήκοντα φρούρια ἐν αὐτοῖς κατεσκευάσατο, οἷσπερ τὴν πλείστην γάζαν ἐνεχείρισε. Τούτων δ’ ἦν ἀξιολο‐315
15γώτατα ταῦτα· Ὕδαρα καὶ Βασγοιδάριζα καὶ Σινορία, ἐπιπεφυκὸς τοῖς ὁρίοις τῆς μεγάλης Ἀρμενίας χωρίον· διόπερ Θεοφάνης Συνορίαν (Σινορίαν. Συνωρίαν v. l.) παρωνόμασεν.

t7

ΠΕΡΙ ΓΡΑΦΙΚΗΣ.

7

Diog. L. II, 104: Τεσσαρεσκαιδέκατος, Ἐφέσιος, ζωγράφος, οὗ μέμνη‐
ται Θεοφάνης ἐν τῷ Περὶ γραφικῆς.316